ΤΕΤΡΑΒΙΒΛΟΣ
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΤΩΝ ΠΡΟΣ ΣΥΡΟΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ
ΜΕΣΑΙΩΝΙΚΟ ΧΕΙΡΟΓΡΑΦΟ ΤΟΥ 15ΟΥ  ΑΙΩΝΑ ΔΕΙΧΝΕΙ ΤΟΝ ΠΤΟΛΕΜΑΙΟ ΩΣ ΑΡΧΩΝΤΑ ΤΗΣ ΑΣΤΡΟΝΟΜΙΑΣ.
ΒΙΒΛΙΟΝ Α
Τάδε ἔνεστιν ἐν τῷ α βιβλίῳ κεφάλαια Κλαυδίου Πτολεμαίου τῶν πρὸς Σύρον ἀποτλεσματικῶν.
Προοίμιον
Τῶν τὸ δι’ ἀστρονομίας προγνωστικὸν τέλος παρασκευαζόντων, ὦ Σύρε, δύο τῶν μεγίστων καὶ κυριωτάτων ὑπαρχόντων, ἑνὸς μὲν τοῦ πρώτου καὶ τάξει καὶ δυνάμει, καθ’ ὃ τοὺς γινομένους ἑκάστοτε σχηματισμοὺς τῶν κινήσεων ἡλίου τε καὶ σελήνης καὶ ἀστέρων πρὸς ἀλλήλους τε καὶ τὴν γῆν καταλαμβανόμεθα, δευτέρου δέ, καθ’ ὃ διὰ τῆς φυσικῆς τῶν σχηματισμῶν αὐτῶν ἰδιοτροπίας τὰς ἀποτελουμένας μεταβολὰς τῶν ἐμπεριεχομένων ἐπισκεπτόμεθα, τὸ μὲν °πρῶτον ἰδίαν ἔχον καὶ δι’ ἑαυτὴν αἱρετὴν θεωρίαν, κἂν μὴ τὸ ἐκ τῆς ἐπιζεύξεως τοῦ δευτέρου τέλος συμπεραίνηται, κατ’ ἰδίαν σύνταξιν ὡς μάλιστα ἐνῆν ἀποδεικτικῶς σοι περιώδευται.