πίσω

ΕΛΕΓΕΙΕΣ ΚΑΙ ΠΟΙΗΜΑΤΑ ΕΛΛΗΝΩΝ

Carmina popularia (18. Diehl)

 (Fragmenta, ed. D.L. Page, Poetae melici Graeci. Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 450-470.)           

 Ἄγετ' ὦ Σπάρτας εὐάνδρου

κοῦροι πατέρων πολιητᾶν,

λαιᾶι μὲν ἴτυν προβάλεσθε,

δόρυ δ' εὐτόλμως πάλλοντες,

μὴ φειδόμενοι τᾶς ζωᾶς

οὐ γὰρ πάτριον τᾶι Σπάρται.

Carmina popularia (32. Diehl) 

(Fragmenta, ed. D.L. Page, Poetae melici Graeci. Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 450-470.)           

 Ἦλθ' ἦλθε χελιδὼν

καλὰς ὥρας ἄγουσα,

καλοὺς ἐνιαυτούς,

ἐπὶ γαστέρα λευκά,

ἐπὶ νῶτα μέλαινα.

παλάθαν σὺ προκύκλει

ἐκ πίονος οἴκου

οἴνου τε δέπαστρον

τυροῦ τε κάνυστρον·

καὶ πύρνα χελιδὼν

καὶ λεκιθίταν

οὐκ ἀπωθεῖται· πότερ' ἀπίωμες ἢ λαβώμεθα;

εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομες·

ἢ τὰν θύραν φέρωμες ἢ τὸ ὑπέρθυρον

ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν·

μικρὰ μέν ἐστι, ῥαιδίως νιν οἴσομες

ἂν δὴ †φέρηις τι, μέγα δή τι φέροις·

ἄνοιγ' ἄνοιγε τὰν θύραν χελιδόνι·

οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.

 Carmina Convivialia (10-13. Diehl)

 (Fragmenta, ed. D.L. Page, Poetae melici Graeci. Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 472-482.)

 Ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω

ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων

ὅτε τὸν τύραννον κτανέτην

ἰσονόμους τ' Ἀθήνας ἐποιησάτην

φίλταθ' Ἁρμόδι', οὔ τί πω τέθνηκας,

νήσοις δ' ἐν μακάρων σέ φασιν εἶναι,

ἵνα περ ποδώκης Ἀχιλεὺς

Τυδεΐδην τέ †φασι τὸν ἐσθλὸν† Διομήδεα.

ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω

ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων

ὅτ' Ἀθηναίης ἐν θυσίαις

ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.

αἰεὶ σφῶιν κλέος ἔσσεται κατ' αἶαν,

φίλταθ' Ἁρμόδιε καὶ Ἀριστόγειτον,

ὅτι τὸν τύραννον κτανέτην

ἰσονόμους τ' Ἀθήνας ἐποιησάτην.

 

ΚΑΛΛΙΝΟΣ

 (Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 47-49.)

 Μέχρις τέο κατάκεισθε; κότ' ἄλκιμον ἕξετε θυμόν,

          ὦ νέοι; οὐδ' αἰδεῖσθ' ἀμφιπερικτίονας

ὧδε λίην μεθιέντες; ἐν εἰρήνηι δὲ δοκεῖτε

          ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει

.........

5                  καί τις ἀποθνήσκων ὕστατ' ἀκοντισάτω.

τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι

          γῆς πέρι καὶ παίδων κουριδίης τ' ἀλόχου

δυσμενέσιν· θάνατος δὲ τότ' ἔσσεται, ὁππότε κεν δὴ

          Μοῖραι ἐπικλώσωσ'. ἀλλά τις ἰθὺς ἴτω 

10      ἔγχος ἀνασχόμενος καὶ ὑπ' ἀσπίδος ἄλκιμον ἦτορ

          ἔλσας, τὸ πρῶτον μειγνυμένου πολέμου.

οὐ γάρ κως θάνατόν γε φυγεῖν εἱμαρμένον ἐστὶν

          ἄνδρ', οὐδ' εἰ προγόνων ἦι γένος ἀθανάτων.

πολλάκι δηϊοτῆτα φυγὼν καὶ δοῦπον ἀκόντων

15                ἔρχεται, ἐν δ' οἴκωι μοῖρα κίχεν θανάτου,

ἀλλ' ὁ μὲν οὐκ ἔμπης δήμωι φίλος οὐδὲ ποθεινός·

          τὸν δ' ὀλίγος στενάχει καὶ μέγας ἤν τι πάθηι·

λαῶι γὰρ σύμπαντι πόθος κρατερόφρονος ἀνδρὸς

          θνήσκοντος, ζώων δ' ἄξιος ἡμιθέων·

20      ὥσπερ γάρ μιν πύργον ἐν ὀφθαλμοῖσιν ὁρῶσιν·

          ἔρδει γὰρ πολλὼν ἄξια μοῦνος ἐών.

Σμυρναίους δ' ἐλέησον,

     μνῆσαι δ', εἴ κοτέ τοι μηρία καλὰ βοῶν

<Σμυρναῖοι κατέκηαν>. 

25      Τρήερας ἄνδρας ἄγων.

νῦν δ' ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν

 

 ΤΥΡΤΑΙΟΣ

 (Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 150-163.)

 Τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα

     ἄνδρ' ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον·

τὴν δ' αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς

     πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον,

5        πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι

     παισί τε σὺν μικροῖς κουριδίηι τ' ἀλόχωι.

ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται οὕς κεν ἵκηται,

     χρησμοσύνηι τ' εἴκων καὶ στυγερῆι πενίηι,

αἰσχύνει τε γένος, κατὰ δ' ἀγλαὸν εἶδος ἐλέγχει,

10           πᾶσα δ' ἀτιμίη καὶ κακότης ἕπεται.

†εἶθ' οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί' ὤρη

     γίνεται οὔτ' αἰδὼς οὔτ' ὀπίσω γένεος.

θυμῶι γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων 

     θνήσκωμεν ψυχέων μηκέτι φειδόμενοι.

15      ὦ νέοι, ἀλλὰ μάχεσθε παρ' ἀλλήλοισι μένοντες,

     μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου,

ἀλλὰ μέγαν ποιεῖτε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,

     μηδὲ φιλοψυχεῖτ' ἀνδράσι μαρνάμενοι·

τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ' ἐλαφρά,

20           μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.

αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα

     κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,

ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,

     θυμὸν ἀποπνείοντ' ἄλκιμον ἐν κονίηι,

25      αἱματόεντ' αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα

     αἰσχρὰ τά γ' ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν,

καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ' ἐπέοικεν,

     ὄφρ' ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχηι,

ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶ

30           ζωὸς ἐών, καλὸς δ' ἐν προμάχοισι πεσών.

ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι

     στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.

 

 ΜΙΜΝΕΡΜΟΣ

 ΝΑΝΝΩ (2. Diehl)

 (Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 83-90.)

 

Ἡμεῖς δ', οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη

     ἔαρος, ὅτ' αἶψ' αὐγῆις αὔξεται ἠελίου,

τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης

     τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακὸν

5        οὔτ' ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι,

     ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου,

ἡ δ' ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης

     καρπός, ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος.

αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης,

10           αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος· 

πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται· ἄλλοτε οἶκος

     τρυχοῦται, πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει·

ἄλλος δ' αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα

     ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην·

15      ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν

     ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.  

 

ΝΑΝΝΩ (6. Diehl)

 (Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 83-90.)

 Αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων

     ἑξηκονταέτη μοῖρα κίχοι θανάτου. 

 

ΝΑΝΝΩ (5. Diehl) 

(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 83-90.) 

Ἀλλ' ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ

ἥβη τιμήεσσα· τὸ δ' ἀργαλέον καὶ ἄμορφον

     γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ' ὑπερκρέμαται,

ἐχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ' ἄγνωστον τιθεῖ ἄνδρα,

     βλάπτει δ' ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.  

 

ΘΕΟΓΝΙΣ 

(Elegiae, ed. D. Young (post E. Diehl), Theognis, 2nd edn. Leipzig: Teubner, 1971: 1-83.) 

Elegia (st. 19-26 Diehl)

Κύρνε, σοφιζομένωι μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω

     τοῖσδ' ἔπεσιν, λήσει δ' οὔποτε κλεπτόμενα,

οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος·

     ὧδε δὲ πᾶς τις ἐρεῖ· ‘Θεύγνιδός ἐστιν ἔπη

τοῦ Μεγαρέως· πάντας δὲ κατ' ἀνθρώπους ὀνομαστός.’

     ἀστοῖσιν δ' οὔπω πᾶσιν ἁδεῖν δύναμαι·

οὐδὲν θαυμαστόν, Πολυπαΐδη· οὐδὲ γὰρ ὁ Ζεύς

     οὔθ' ὕων πάντεσσ' ἁνδάνει οὔτ' ἀνέχων.  

Elegia (st. 27-30 Diehl)

Σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,

     Κύρν', ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ' ἐὼν ἔμαθον·

πέπνυσο, μηδ' αἰσχροῖσιν ἐπ' ἔργμασι μηδ' ἀδίκοισιν

     τιμὰς μηδ' ἀρετὰς ἕλκεο μηδ' ἄφενος  

Elegia (st. 77-86 Diehl)

Πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι

     ἄξιος ἐν χαλεπῆι, Κύρνε, διχοστασίηι.

 

Παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους

     πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους

οἵτινες ἂν τολμῶιεν ὁμόφρονα θυμὸν ἔχοντες

     ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν.

 

Τούτους οὔ χ' εὕροις διζήμενος οὐδ' ἐπὶ πάντας

     ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,

οἷσιν ἐπὶ γλώσσηι τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν

     αἰδώς, οὐδ' αἰσχρὸν χρῆμ' ἔπι κέρδος ἄγει.  

Elegia (st. 117-118 Diehl)

Κιβδήλου δ' ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,

     Κύρν', οὐδ' εὐλαβίης ἐστὶ περὶ πλέονος.  

Elegia (st. 131-132 Diehl)

Οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινον

     ἔπλετο, οἷσ' ὁσίη, Κύρνε, μέμηλε δίκη.  

Elegia (st. 149-150 Diehl)

Χρήματα μὲν δαίμων καὶ παγκάκωι ἀνδρὶ δίδωσιν,

     Κύρν ἀρετῆς δ' ὀλίγοισ' ἀνδράσι μοῖρ' ἕπεται. 

Elegia (st. 159-160 Diehl)

Μήποτε, Κύρν', ἀγορᾶσθαι ἔπος μέγα· οἶδε γὰρ οὐδείς

     ἀνθρώπων ὅ τι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.  

Elegia (st. 335-336 Diehl)

Μηδὲν ἄγαν σπεύδειν· πάντων μέσ' ἄριστα· καὶ οὕτως,

     Κύρν', ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.  

Elegia (st. 499-502 i 509-510 Diehl)

Ἐμ πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες

     γινώσκουσ', ἀνδρὸς δ' οἶνος ἔδειξε νόον

καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,

     ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.  

οἶνος πινόμενος πουλὺς κακόν· ἢν δέ τις αὐτόν

     πίνηι ἐπισταμένως, οὐ κακόν, ἀλλ' ἀγαθόν.  

Elegia (st. 643-644 Diehl)

Πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,

     ἐν δὲ σπουδαίωι πράγματι παυρότεροι.  

Elegia (st. 783-788 Diehl)

Ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,

     ἦλθον δ' Εὐβοίης ἀμπελόεν πεδίον

Σπάρτην δ' Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ·

     καί μ' ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον·

ἀλλ' οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων.

     οὕτως οὐδὲν ἄρ' ἦν φίλτερον ἄλλο πάτρης.  

Elegia (st. 821-822 Diehl)

Οἵ κ' ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,

     τούτων τοι χώρη, Κύρν', ὀλίγη τελέθει.  

Elegia (st. 901-902 Diehl)

Ἔστιν ὁ μὲν χείρων, ὁ δ' ἀμείνων ἔργον ἑκάστου·

     οὐδεὶς δ' ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.  

Elegia (st. 1151-1152 Diehl)

Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα

     δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος  

Elegia (st. 1155-1156 Diehl)

Οὐκ ἔραμαι πλουτεῖν οὐδ' εὔχομαι, ἀλλά μοι εἴη

     ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.  

 

ΑΡΧΙΛΟΧΟΣ

(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 1. Oxford: Clarendon Press, 1971) 

Elegia (1. Diehl)

Εἰμὶ δ' ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος

     καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος  

Elegia (2. Diehl)

Ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ' οἶνος

     Ἰσμαρικός· πίνω δ' ἐν δορὶ κεκλιμένος.  

Elegia (5. Diehl)

Ἀλλ' ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς

     φοίτα καὶ κοίλων πώματ' ἄφελκε κάδων,

ἄγρει δ' οἶνον ἐρυθρὸν ἀπὸ τρυγός· οὐδὲ γὰρ ἡμεῖς

     νηφέμεν ἐν φυλακῆι τῆιδε δυνησόμεθα.  

Elegia (6. Diehl)

Ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι,

     ἔντος ἀμώμητον, κάλλιπον οὐκ ἐθέλων·

αὐτὸν δ' ἐξεσάωσα. τί μοι μέλει ἀσπὶς ἐκείνη;

     ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω  

Elegia (3. Diehl)

Οὔτοι πόλλ' ἐπὶ τόξα τανύσσεται, οὐδὲ θαμειαὶ

     σφενδόναι, εὖτ' ἂν δὴ μῶλον Ἄρης συνάγηι

ἐν πεδίωι· ξιφέων δὲ πολύστονον ἔσσεται ἔργον·

     ταύτης γὰρ κεῖνοι δάμονές εἰσι μάχης

δεσπόται Εὐβοίης δουρικλυτοί. 

Elegia (7. Diehl)

Κήδεα μὲν στονόεντα Περίκλεες οὔτέ τις ἀστῶν

     μεμφόμενος θαλίηις τέρψεται οὐδὲ πόλις·

τοίους γὰρ κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης

     ἔκλυσεν, οἰδαλέους δ' ἀμφ' ὀδύνηις ἔχομεν

πνεύμονας. ἀλλὰ θεοὶ γὰρ ἀνηκέστοισι κακοῖσιν

     ὦ φίλ' ἐπὶ κρατερὴν τλημοσύνην ἔθεσαν

φάρμακον. ἄλλοτε ἄλλος ἔχει τόδε· νῦν μὲν ἐς ἡμέας

     ἐτράπεθ', αἱματόεν δ' ἕλκος ἀναστένομεν,

ἐξαῦτις δ' ἑτέρους ἐπαμείψεται. ἀλλὰ τάχιστα

     τλῆτε, γυναικεῖον πένθος ἀπωσάμενοι.  

Iambi (18. Diehl)

Ἥδε δ' ὥστ' ὄνου ῥάχις

ἕστηκεν ὕλης ἀγρίης ἐπιστεφής

οὐ γάρ τι καλὸς χῶρος οὐδ' ἐφίμερος

οὐδ' ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.  

Iambi (22. Diehl)

“Oὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει,

οὐδ' εἷλέ πώ με ζῆλος, οὐδ' ἀγαίομαι

θεῶν ἔργα, μεγάλης δ' οὐκ ἐρέω τυραννίδος·

ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.”  

Epoda (88. Diehl)

Πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε;

     τίς σὰς παρήειρε φρένας

ἧις τὸ πρὶν ἠρήρησθα; νῦν δὲ δὴ πολὺς

     ἀστοῖσι φαίνεαι γέλως.  

 

ΣΗΜΟΝΙΔΗΣ

(Simonides Lyr.)

(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 112-117.)

Elegia (29. Diehl)

Ἓν δὲ τὸ κάλλιστον Χῖος ἔειπεν ἀνήρ·

οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν”·

     παῦροί μιν θνητῶν οὔασι δεξάμενοι

στέρνοις ἐγκατέθεντο· πάρεστι γὰρ ἐλπὶς ἑκάστωι

     ἀνδρῶν, ἥ τε νέων στήθεσιν ἐμφύεται

θνητῶν δ' ὄφρα τις ἄνθος ἔχηι πολυήρατον ἥβης,

     κοῦφον ἔχων θυμὸν πόλλ' ἀτέλεστα νοεῖ·

οὔτε γὰρ ἐλπίδ' ἔχει γηρασέμεν οὔτε θανεῖσθαι,

     οὐδ', ὑγιὴς ὅταν ἦι, φροντίδ' ἔχει καμάτου.

νήπιοι, οἷς ταύτηι κεῖται νόος, οὐδὲ ἴσασιν

     ὡς χρόνος ἔσθ' ἥβης καὶ βιότου ὀλίγος

θνητοῖς. ἀλλὰ σὺ ταῦτα μαθὼν βιότου ποτὶ τέρμα

     ψυχῆι τῶν ἀγαθῶν τλῆθι χαριζόμενος  

(Semonides Eleg. et Iamb.)

 

ΠΕΡΙ ΓΥΝΑΙΚΩΝ (st. 21-26 Diehl) 

(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 97-109, 111-112.) 

Τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοι

ἔδωκαν ἀνδρὶ πηρόν· οὔτε γὰρ κακὸν

οὔτ' ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή·

ἔργων δὲ μοῦνον ἐσθίειν ἐπίσταται.

κὤταν κακὸν χειμῶνα ποιήσηι θεός,

ῥιγῶσα δίφρον ἄσσον ἕλκεται πυρός. 

 

ΠΕΡΙ ΓΥΝΑΙΚΩΝ (st. 83-93 Diehl) 

(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 97-109, 111-112.) 

Τὴν δ' ἐκ μελίσσης· τήν τις εὐτυχεῖ λαβών·

κείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει,

θάλλει δ' ὑπ' αὐτῆς κἀπαέξεται βίος,

φίλη δὲ σὺν φιλέοντι γηράσκει πόσει

τεκοῦσα καλὸν κὠνομάκλυτον γένος.

κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεται

πάσηισι, θείη δ' ἀμφιδέδρομεν χάρις.

οὐδ' ἐν γυναιξὶν ἥδεται καθημένη

ὅκου λέγουσιν ἀφροδισίους λόγους.

τοίας γυναῖκας ἀνδράσιν χαρίζεται

Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας·

 

ΑΛΚΑΙΟΣ 

(Fragmenta, ed. E. Lobel and D.L. Page, Poetarum Lesbiorum fragmenta. Oxford: Clarendon Press, 1955 (repr. 1968 (1st edn. corr.)): 

ΣΤΑΣΙΩΤΙΚΑ  (30. Diehl)

Ἀσυννέτημμι τὼν ἀνέμων στάσιν,

τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται,

τὸ δ' ἔνθεν, ἄμμες δ' ὂν τὸ μέσσον

νᾶϊ φορήμμεθα σὺν μελαίναι

χείμωνι μόχθεντες μεγάλωι μάλα·

πὲρ μὲν γὰρ ἄντλος ἰστοπέδαν ἔχει,

λαῖφος δὲ πὰν ζάδηλον ἤδη,

καὶ λάκιδες μέγαλαι κὰτ αὖτο,

χόλαισι δ' ἄγκυρραι 

ΣΥΜΠΟΤΙΚΑ ΚΑΙ ΣΚΟΛΙΑ

(39. Diehl)

Νῦν χρῆ μεθύσθην καί τινα πὲρ βίαν

πώνην, ἐπεὶ δὴ κάτθανε Μύρσιλος,...  

(90. Diehl)

὜ει μὲν ὀ Ζεῦς, ἐκ δ' ὀράνω μέγας

χείμων, πεπάγαισιν δ' ὐδάτων ῤόαι ...

<       ἔνθεν                 >

<                               >

κάββαλλε τὸν χείμων', ἐπὶ μὲν τίθεις

πῦρ ἐν δὲ κέρναις οἶνον ἀφειδέως

μέλιχρον, αὐτὰρ ἀμφὶ κόρσαι

μόλθακον ἀμφι<       > γνόφαλλον   

(97. Diehl)

Μηδ'ἒν ἄλλο φυτεύσηις πρότερον δένδριον ἀμπέλω  

(96. Diehl)

Πώνωμεν· τί τὰ λύχν' ὀμμένομεν; δάκτυλος ἀμέρα·

κὰδ †δ' ἄερρε κυλίχναις μεγάλαις †αιταποικιλλις†·

οἶνον γὰρ Σεμέλας καὶ Δίος υἶος λαθικάδεον

ἀνθρώποισιν ἔδωκ'. ἔγχεε κέρναις ἔνα καὶ δύο

πλήαις κὰκ κεφάλας, <> δ' ἀτέρα τὰν ἀτέραν κύλιξ

ὠθήτω   

 

ΣΑΠΦΩ 

(Fragmenta, ed. E. Lobel and D.L. Page, Poetarum Lesbiorum fragmenta. Oxford: Clarendon Press, 1955 (repr. 1968 (1st edn. corr.)): 2,) 

(1. Diehl)

Πο]ικιλόθρο[ν' ἀθανάτἈφρόδιτα,

παῖ] Δ[]ος δολ[όπλοκε, λίσσομαί σε,

μή μ'] ἄσαισι [μηδ' ὀνίαισι δάμνα,

[]πότν]ια, θῦ[μον,

5        ἀλλ]ὰ τυίδ' ἔλ[θ', αἴ ποτα κἀτέρωτα

τὰ]ς ἔμας αὔ[δας ἀίοισα πήλοι

ἔκ]λυες, πάτρο[ς δὲ δόμον λίποισα

[]χ]ρύσιον ἦλθ[ες

ἄρ]μ' ὐπασδε[ύξαισα· κάλοι δέ σ' ἆγον

10      ὤ]κεες στροῦ[θοι περὶ γᾶς μελαίνας

πύ]κνα δίν[νεντες πτέρ' ἀπ' ὠράνωἴθε-

[]ρο]ς διὰ μέσσω·

αἶ]ψα δ' ἐξίκο[ντο· σὺ δ', ὦ μάκαιρα,

μειδιαί[σαισ' ἀθανάτωι προσώπωι

15      ἤ]ρε' ὄττ[ι δηὖτε πέπονθα κὤττι

[]δη]ὖτε κ[άλ]η[μμι

κ]ὤττι [μοι μάλιστα θέλω γένεσθαι

μ]αινόλαι [θύμωι· τίνα δηὖτε πείθω

.].σάγην [ἐς σὰν φιλότατα; τίς σ',

20     []Ψά]πφ', [ἀδικήει;

κα]ὶ γ[ὰρ αἰ φεύγει, ταχέως διώξει,

<αἰ δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει,>

<αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει>

[]<κωὐκ ἐθέλοισα.>

25     <ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον>

<ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι>

<θῦμος ἰμέρρει, τέλεσον, σὺ δ' αὔτα>

[]<σύμμαχος ἔσσο.>   

(2. Diehl)

Φαίνεταί μοι κῆνος ἴσος θέοισιν

ἔμμεν' ὤνηρ, ὄττις ἐνάντιός τοι

ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-

σας ὐπακούει

5        καὶ γελαίσας ἰμέροεν, τό μ' ἦ μὰν

καρδίαν ἐν στήθεσιν ἐπτόαισεν,

ὠς γὰρ ἔς σ' ἴδω βρόχε' ὤς με φώναι-

σ' οὐδ' ἒν ἔτ' εἴκει,

ἀλλ' ἄκαν μὲν γλῶσσα †ἔαγε λέπτον

10      δ' αὔτικα χρῶι πῦρ ὐπαδεδρόμηκεν,

ὀππάτεσσι δ' οὐδ' ἒν ὄρημμ', ἐπιρρόμ-

βεισι δ' ἄκουαι,

†έκαδε μ' ἴδρως ψῦχρος κακχέεται† τρόμος δὲ

παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας

15      ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύης

φαίνομ' ἔμ' αὔται·  

(4. Diehl)

Ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν

ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος,

ὄπποτα πλήθοισα μάλιστα λάμπηι

γᾶν  (?π? παῖσαν) ...  

(58. Diehl)

Κατθάνοισα δὲ κείσηι οὐδέ ποτα μναμοσύνα σέθεν

ἔσσετ' οὐδὲ †ποκ'†ὔστερον· οὐ γὰρ πεδέχηις βρόδων

τὼν ἐκ Πιερίας· ἀλλ' ἀφάνης κἀν Ἀίδα δόμωι

φοιτάσηις πεδ' ἀμαύρων νεκύων ἐκπεποταμένα.  

(11. Diehl)

Οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρωι ἐπ' ὔσδωι,

ἄκρον ἐπ' ἀκροτάτωι, λελάθοντο δὲ μαλοδρόπηες,

οὐ μὰν ἐκλελάθοντ', ἀλλ' οὐκ ἐδύναντ' ἐπίκεσθαι   

(152. Diehl)

Ἔστι μοι κάλα πάις χρυσίοισιν ἀνθέμοισιν

ἐμφέρην ἔχοισα μόρφαν Κλέις ἀγαπάτα,

ἀντὶ τᾶς ἔγωὐδὲ Λυδίαν παῖσαν οὐδ' ἐράνναν ...  

 

ΑΝΑΚΡΕΩΝ

(Fragmenta, ed. M.L. West, Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 30-34.)

(5. Diehl)

Σφαίρηι δηὖτέ με πορφυρῆι

βάλλων χρυσοκόμης Ἔρως

νήνι ποικιλοσαμβάλωι

συμπαίζειν προκαλεῖται·

ἡ δ', ἐστὶν γὰρ ἀπ' εὐκτίτου

Λέσβου, τὴν μὲν ἐμὴν κόμην,

λευκὴ γάρ, καταμέμφεται,

πρὸς δ' ἄλλην τινὰ χάσκει.  

(44. Diehl)

Πολιοὶ μὲν ἡμὶν ἤδη

κρόταφοι κάρη τε λευκόν,

χαρίεσσα δ' οὐκέτ' ἥβη

πάρα, γηραλέοι δ' ὀδόντες,

5        γλυκεροῦ δ' οὐκέτι πολλὸς

βιότου χρόνος λέλειπται·

διὰ ταῦτ' ἀνασταλύζω

θαμὰ Τάρταρον δεδοικώς·

Ἀίδεω γάρ ἐστι δεινὸς

10      μυχός, ἀργαλῆ δ' ἐς αὐτὸν

κάτοδος· καὶ γὰρ ἑτοῖμον

καταβάντι μὴ ἀναβῆναι.  

(27. Diehl)

Φέρ' ὕδωρ φέρ' οἶνον ὦ παῖ φέρε <δ'> ἀνθεμόεντας ἡμὶν

στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω  

(43. Diehl)

Ἄγε δὴ φέρ' ἡμὶν ὦ παῖ

κελέβην, ὅκως ἄμυστιν

προπίω, τὰ μὲν δέκ' ἐγχέας

ὕδατος, τὰ πέντε δ' οἴνου

5        κυάθους ὡς ἂν †ὑβριστιῶς†

ἀνὰ δηὖτε βασσαρήσω.

Ἄγε δηὖτε μηκέτ' οὕτω

πατάγωι τε κἀλαλητῶι

Σκυθικὴν πόσιν παρ' οἴνωι

10      μελετῶμεν, ἀλλὰ καλοῖς

ὑποπίνοντες ἐν ὕμνοις  

(88. Diehl)

Πῶλε Θρηικίη, τί δή με

     λοξὸν ὄμμασι βλέπουσα

νηλέως φεύγεις, δοκεῖς δέ

     μ' οὐδὲν εἰδέναι σοφόν;

5        ἴσθι τοι, καλῶς μὲν ἄν τοι

     τὸν χαλινὸν ἐμβάλοιμι,

ἡνίας δ' ἔχων στρέφοιμί

     σ' ἀμφὶ τέρματα δρόμου·

νῦν δὲ λειμῶνάς τε βόσκεαι

10           κοῦφά τε σκιρτῶσα παίζεις,

δεξιὸν γὰρ ἱπποπείρην

     οὐκ ἔχεις ἐπεμβάτην. 

 

ANACREONTEA

(Anacreontea, ed. M.L. West, Carmina Anacreontea. Leipzig: Teubner, 1984: 1-49.) 

ΕΙΣ ΕΑΥΓΤΟΝ

Λέγουσιν αἱ γυναῖκες·

Ἀνάκρεον, γέρων εἶ·

λαβὼν ἔσοπτρον ἄθρει

κόμας μὲν οὐκέτ' οὔσας,

5        ψιλὸν δέ σευ μέτωπον.’

ἐγὼ δὲ τὰς κόμας μέν,

εἴτ' εἰσὶν εἴτ' ἀπῆλθον

οὐκ οἶδα· τοῦτο δ' οἶδα,

ὡς τῶι γέροντι μᾶλλον

10      πρέπει τὸ τερπνὰ παίζειν,

ὅσωι πέλας τὰ Μοίρης.  

Ø       Οὔ μοι μέλει τὰ Γύγεω

τοῦ Σαρδίων ἄνακτος,

οὐδ' εἷλέ πώ με ζῆλος,

οὐδὲ φθονῶ τυράννοις.

5        ἐμοὶ μέλει μύροισιν

καταβρέχειν ὑπήνην,

ἐμοὶ μέλει ῥόδοισιν

καταστέφειν κάρηνα·

τὸ σήμερον μέλει μοι,

10      τὸ δ' αὔριον τίς οἶδεν;

ὡς οὖν ἔτ' εὔδι' ἔστιν,

καὶ πῖνε καὶ κύβευε

καὶ σπένδε τῶι Λυαίωι,

μὴ νοῦσος ἤν τις ἔλθηι

15      λέγηι σε μηδὲ πίνειν.  

 

ΕΙΣ ΤΕΤΤΙΓΑ

Μακαρίζομέν σε, τέττιξ,

ὅτε δενδρέων ἐπ' ἄκρων

ὀλίγην δρόσον πεπωκώς

βασιλεὺς ὅπως ἀείδεις.

5        σὰ γάρ ἐστι κεῖνα πάντα,

ὁπόσα βλέπεις ἐν ἀγροῖς

†κοπόσα† φέρουσιν ὗλαι.

σὺ δὲ φείδεαι γεωργῶν,

ἀπὸ μηδενός τι βλάπτων·

10      σὺ δὲ τίμιος βροτοῖσιν,

θέρεος γλυκὺς προφήτης.

φιλέουσι μέν σε Μοῦσαι,

φιλέει δὲ Φοῖβος αὐτός,

λιγυρὴν δ' ἔδωκεν οἴμην·

15      τὸ δὲ γῆρας οὔ σε τείρει.

σοφέ, γηγενής, φίλυμνε,

ἀπαθής, ἀναιμόσαρκε·

σχεδὸν εἶ θεοῖς ὅμοιος  

 

ΕΙΣ ΕΡΩΤΑ

Ἔρως ποτ' ἐν ῥόδοισι

κοιμωμένην μέλιτταν

οὐκ εἶδεν, ἀλλ' ἐτρώθη.

τὸν δάκτυλον παταχθείς

5        τᾶς χειρὸς ὠλόλυξε,

δραμὼν δὲ καὶ πετασθείς

πρὸς τὴν καλὴν Κυθήρην

ὄλωλα, μῆτερ,’ εἶπεν,

ὄλωλα κἀποθνήσκω·

10      ὄφις μ' ἔτυψε μικρός

πτερωτός, ὃν καλοῦσιν

μέλιτταν οἱ γεωργοί.’

ἃ δ' εἶπεν· ‘εἰ τὸ κέντρον

πονεῖς τὸ τᾶς μελίττας,

15      πόσον δοκεῖς πονοῦσιν,

Ἔρως, ὅσους σὺ βάλλεις;  

 

ΕΙΣ ΚΙΘΑΡΑΝ

Θέλω λέγειν Ἀτρείδας,

θέλω δὲ Κάδμον ἄιδειν,

ὁ βάρβιτος δὲ χορδαῖς

ἔρωτα μοῦνον ἠχεῖ.

5        ἤμειψα νεῦρα πρώην 

καὶ τὴν λύρην ἅπασαν·

κἀγὼ μὲν ἦιδον ἄθλους

Ἡρακλέους, λύρη δέ

ἔρωτας ἀντεφώνει.

10      χαίροιτε λοιπὸν ἡμῖν,

ἥρωες· ἡ λύρη γάρ

μόνους ἔρωτας ἄιδει.

 

Για να δείτε κάποιες σελίδες πρέπει να έχετε τον flash player που μπορείτε να βρείτε πατώντας στο εικονίδιο δίπλα.

Πνευματικά δικαιώματα © 2009

 Συντελεστές  και επικοινωνία μαζί μας

       SiteLock